Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.143 Joseph. AJ 6.148 (English) >>Joseph. AJ 6.151

6.146μέντοι γε τὰ κελευσθέντα ὑπʼ αὐτοῦ πέπρακται.” Σαμουῆλος δὲ πρὸς τοῦθʼ ὑπολαβὼνπόθεν οὖν ἀκούω θρεμμάτων, εἶπε, καὶ ὑποζυγίων βοῆς ἐν τῷ στρατοπέδῳ;” δὲ τὸν λαὸν ταῦτʼ εἰς θυσίας ἀπεκρίνατο τετηρηκέναι· τὸ μέντοι γε τῶν Ἀμαληκιτῶν γένος πᾶν ἐξηφανίσθαι κατὰ τὴν ἐντολὴν καὶ περιλείπεσθαι ἄλλον μηδένα, πρὸς δʼ αὐτὸν ἀγαγεῖν μόνον τηρήσαντα αὐτῶν τὸν βασιλέα, περὶ οὗ τί δεῖ ποιεῖν βουλεύσεσθαι πρὸς ἀλλήλους ἔφασκεν. 6.147 δὲ προφήτης οὐχὶ θυσίαις ἔλεγεν ἥδεσθαι τὸ θεῖον, ἀλλὰ τοῖς ἀγαθοῖς καὶ δικαίοις. οὗτοι δέ εἰσιν οἱ τῇ βουλήσει καὶ ταῖς ἐντολαῖς αὐτοῦ κατακολουθοῦντες καὶ μηδὲν ἄλλο πραχθήσεσθαι καλῶς ὑφʼ ἑαυτῶν νομίζοντες ὅτι ἂν ποιήσωσι τοῦ θεοῦ κεκελευκότος· καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλʼ ὅταν ἀπειθεῖν δοκῇ. 6.148παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδʼ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτʼ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτʼ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτʼ εὐμενῶς, ἀλλʼ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται. 6.149τοῖς δʼ ἓν καὶ μόνον τοῦθʼ ὅτι περ ἂν φθέγξηται καὶ κελεύσῃ θεὸς διὰ μνήμης ἔχουσι καὶ τεθνάναι μᾶλλον παραβῆναί τι τούτων αἱρουμένοις ἐπιτέρπεται, καὶ οὔτε θυσίαν ἐπιζητεῖ παρʼ αὐτῶν καὶ παρὰ θυόντων δὲ, κἂν λιτά, τῆς πενίας ἥδιον τὴν τιμὴν παρὰ τῶν πλουσιωτάτων δεξιοῦται.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.143 Joseph. AJ 6.148 (English) >>Joseph. AJ 6.151

Powered by PhiloLogic